Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.271 Joseph. AJ 16.276 (English) >>Joseph. AJ 16.281

16.274τότε μὲν οὖν αὐτοὺς οἱ στρατηγοὶ τοῦ βασιλέως ἀπόντος ἐχειρώσαντο. περὶ τετταράκοντα δέ τινες ἀρχιλῃσταὶ κατὰ δέος τῶν ἡλωκότων ἐξέλιπον μὲν τὴν χώραν, 16.275εἰς δὲ τὴν Ἀραβίαν ἀφορμήσαντες Συλλαίου δεξαμένου μετὰ τὴν ἀποτυχίαν τοῦ Σαλώμης γάμου, τόπον τε ἐρυμνὸν ἐκείνου δόντος ᾤκησαν καὶ κατατρέχοντες οὐ μόνον τὴν Ἰουδαίαν ἀλλὰ καὶ τὴν κοίλην Συρίαν ἅπασαν ἐλῄζοντο, παρέχοντος ὁρμητήρια τοῦ Συλλαίου καὶ κακῶς ποιοῦσιν ἄδειαν. 16.276Ἡρώδης δὲ ἐπανελθὼν ἀπὸ τῆς Ῥώμης ἔγνω πολλὰ τῶν οἰκείων αὐτῷ κεκακωμένα, καὶ τῶν μὲν λῃστῶν ἐγκρατὴς γενέσθαι οὐκ ἠδυνήθη διὰ τὴν ἀσφάλειαν, ἣν ἐκ τῆς τῶν Ἀράβων προστασίας ἐπορίσαντο, χαλεπῶς δὲ ἔχων αὐτὸς τῶν ἀδικημάτων περιελθὼν τὸν Τράχωνα τοὺς οἰκείους αὐτῶν ἀπέσφαξεν. 16.277ἐντεῦθεν ἐκεῖνοι καὶ μᾶλλον πρὸς ὀργὰς ὧν ἐπεπόνθεισαν ὄντος αὐτοῖς καὶ νόμου πάντα τρόπον ἐπεξιέναι τοὺς τῶν οἰκείων φονεῖς ἀνυποτιμήτως τὴν Ἡρώδου πᾶσαν ἄγοντες καὶ φέροντες διετέλουν. ἐκεῖνος δὲ διελέγετο περὶ τούτων τοῖς Καίσαρος ἡγεμόσιν Σατορνίνῳ τε καὶ Οὐολομνίῳ ἐπὶ κολάσει τοὺς λῃστὰς ἐξαιτούμενος. 16.278ὅθεν ἔτι καὶ μᾶλλον ἰσχυρῶς ἐχόντων πλείους μὲν ἐγίνοντο, πάντα δὲ ἐτάραττον ἐπʼ ἀναστάσει τῆς Ἡρώδου βασιλείας χωρία καὶ κώμας πορθοῦντες καὶ τοὺς λαμβανομένους τῶν ἀνθρώπων ἀπέσφαττον, ὡς εἶναι πολέμῳ τὴν ἀδικίαν ἐοικυῖαν· ἐγεγόνεισαν γὰρ ἤδη περὶ χιλίους.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.271 Joseph. AJ 16.276 (English) >>Joseph. AJ 16.281

Powered by PhiloLogic